Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.363 Joseph. AJ 14.367 (English) >>Joseph. AJ 14.372

14.365

Καὶ Ἀντίγονος μὲν οὕτως καταχθεὶς εἰς τὴν Ἰουδαίαν ὑπὸ τοῦ Πάρθων βασιλέως Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. σφόδρα δʼ ἦν ἄθυμος τῶν γυναικῶν αὐτὸν διαφυγουσῶν, ἃς τοῖς πολεμίοις ἐνεθυμεῖτο δώσειν, τοῦτον αὐτοῖς τὸν μισθὸν μετὰ τῶν χρημάτων ὑποσχόμενος. 14.366φοβούμενος δὲ τὸν Ὑρκανόν, μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, παραστάς, ἐτηρεῖτο δὲ ὑπὸ τῶν Πάρθων, ἐπιτέμνει αὐτοῦ τὰ ὦτα πραγματευόμενος μηκέτʼ αὖθις εἰς αὐτὸν ἀφικέσθαι τὴν ἀρχιερωσύνην διὰ τὸ λελωβῆσθαι, τοῦ νόμου τῶν ὁλοκλήρων εἶναι τὴν τιμὴν ἀξιοῦντος. 14.367Φασάηλον δʼ ἄν τις θαυμάσειε τῆς εὐψυχίας, ὃς γνοὺς αὑτὸν ἀποσφάττεσθαι μέλλοντα οὐχὶ τὸν θάνατον ἡγήσατο δεινόν, τὸ δʼ ὑπʼ ἐχθροῦ τοῦτο παθεῖν πικρότατον καὶ αἴσχιστον ὑπολαβών, τὰς χεῖρας οὐκ ἔχων ἐλευθέρας ὑπὸ δεσμῶν πρὸς ἀναίρεσιν πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἐξήγαγε μὲν αὑτὸν ὡς ἐδόκει κάλλιστα τοῦ ζῆν παρὰ τοιαύτην ἀπορίαν, τῆς δʼ ἐξουσίας τοῦ κτεῖναι πρὸς ἡδονὴν αὐτὸν ἀφείλετο τὸν πολέμιον. 14.368λέγουσι δʼ, ὡς τραύματος μεγάλου γενομένου φαρμάκοις αὐτὸν ὑποπέμψας ἰατροὺς Ἀντίγονος ὡς ἐπὶ θεραπείᾳ διέφθειρεν θανασίμοις χρησαμένων εἰς τὸ τραῦμα. 14.369πρὸ μέντοι τοῦ τελέως ἀφεῖναι τὴν ψυχὴν Φασάηλος ἀκούσας παρά τινος γυναίου τὸν ἀδελφὸν Ἡρώδην τοὺς πολεμίους διαπεφευγότα σφόδρα τὴν τελευτὴν εὐθύμως ὑπέμεινεν καταλιπὼν τὸν ἐκδικῆσαι τὸν θάνατον αὐτοῦ καὶ τοὺς ἐχθροὺς τιμωρήσασθαι δυνάμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.363 Joseph. AJ 14.367 (English) >>Joseph. AJ 14.372

Powered by PhiloLogic